Add parallel Print Page Options

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ [a]εἶπαν αὐτῷ λέγοντες [b]ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ [c]ὅτι εἷς τῶν προφητῶν. 29 καὶ αὐτὸς [d]ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [e]ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι [f]ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος [g]ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 εἶπαν αὐτῷ λέγοντες WH NIV ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι WH NIV ] – Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι εἷς WH Treg NIV ] ἕνα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἐπηρώτα αὐτούς WH Treg NIV ] λέγει αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἀποκριθεὶς WH Treg NIV ] + δὲ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:32 ὁ Πέτρος αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ Πέτρος RP